3 πάντα δι᾽ αὐτοῦ ἐγένετο,καὶ χωρὶς αὐτοῦ ἐγένετοοὐδὲ ἓν ὃ γέγονεν.
4 ἐν αὐτῷ ζωὴ ἦν,καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων.
5 καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει,καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.
6 ᾿Εγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ ᾿Ιωάννης·
7 οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσι δι᾽ αὐτοῦ.
8 οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ᾽ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός.
9 ῏Ην τὸ φῶς τὸ ἀληθινόν,ὃ φωτίζει πάντα ἄνθρωπονἐρχόμενον εἰς τὸν κόσμον.