32 συνέκλεισε γὰρ ὁ Θεὸς τοὺς πάντας εἰς ἀπείθειαν, ἵνα τοὺς πάντας ἐλεήσῃ.
33 ῏Ω βάθος πλούτουκαὶ σοφίας καὶ γνώσεως Θεοῦ!ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦκαὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ!
34 τίς γὰρ ἔγνω νοῦν Κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;
35 ἢ τίς προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται αὐτῷ;
36 ὅτι ἐξ αὐτοῦ καὶ δι᾿ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα.αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν.