Αποκαλυψισ Ιωαννου 7:2-8 TR1894

2 καὶ εἶδον ἄλλον ἄγγελον ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα Θεοῦ ζῶντος· καὶ ἔκραξε φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις, οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν,

3 λέγων, Μὴ ἀδικήσητε τὴν γῆν, μήτε τὴν θάλασσαν, μήτε τὰ δένδρα ἄχρις οὗ σφραγίσωμεν τοὺς δούλους τοῦ Θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν.

4 καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων, ρμδʹ χιλιάδες, ἐσφραγισμένοι ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ.

5 Ἐκ φυλῆς Ἰούδα, ιβʹ χιλιάδες ἐσφραγισμένοι· Ἐκ φυλῆς Ῥουβήν, ιβʹ χιλιάδες εσφραγισμένοι· Ἐκ φυλῆς Γάδ, ιβʹ χιλιάδες εσφραγισμένοι·

6 Ἐκ φυλῆς Ἀσὴρ, ιβʹ χιλιάδες εσφραγισμένοι· Ἐκ φυλῆς Νεφθαλείμ, ιβʹ χιλιάδες εσφραγισμένοι· Ἐκ φυλῆς Μανασσῆ, ιβʹ χιλιάδες εσφραγισμένοι·

7 Ἐκ φυλῆς Συμεών, ιβʹ χιλιάδες εσφραγισμένοι· Ἐκ φυλῆς Λευΐ, ιβʹ χιλιάδες, εσφραγισμένοι· Ἐκ φυλῆς Ἰσαχάρ, ιβʹ χιλιάδες εσφραγισμένοι·

8 Ἐκ φυλῆς Ζαβουλών, ιβʹ χιλιάδες εσφραγισμένοι· Ἐκ φυλῆς Ἰωσήφ, ιβʹ χιλιάδες εσφραγισμένοι· Ἐκ φυλῆς Βενιαμίν, ιβʹ χιλιάδες ἐσφραγισμένοι.