5 οὕτως καὶ ἡ γλῶσσα μικρὸν μέλος ἐστὶν καὶ ⸂μεγάλα αὐχεῖ⸃. Ἰδοὺ ⸀ἡλίκον πῦρ ἡλίκην ὕλην ἀνάπτει·
6 καὶ ἡ γλῶσσα πῦρ, ὁ κόσμος τῆς ⸀ἀδικίας ἡ γλῶσσα καθίσταται ἐν τοῖς μέλεσιν ἡμῶν, ἡ σπιλοῦσα ὅλον τὸ σῶμα καὶ φλογίζουσα τὸν τροχὸν τῆς γενέσεως καὶ φλογιζομένη ὑπὸ τῆς γεέννης.
7 πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν ἑρπετῶν τε καὶ ἐναλίων δαμάζεται καὶ δεδάμασται τῇ φύσει τῇ ἀνθρωπίνῃ·
8 τὴν δὲ γλῶσσαν οὐδεὶς ⸂δαμάσαι δύναται ἀνθρώπων⸃· ⸀ἀκατάστατον κακόν, μεστὴ ἰοῦ θανατηφόρου.
9 ἐν αὐτῇ εὐλογοῦμεν τὸν ⸀κύριον καὶ πατέρα, καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους τοὺς καθ’ ὁμοίωσιν θεοῦ γεγονότας·
10 ἐκ τοῦ αὐτοῦ στόματος ἐξέρχεται εὐλογία καὶ κατάρα. οὐ χρή, ἀδελφοί μου, ταῦτα οὕτως γίνεσθαι.
11 μήτι ἡ πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ γλυκὺ καὶ τὸ πικρόν;