1 Ὡς οὖν ἔγνω ὁ ⸀Ἰησοῦς ὅτι ἤκουσαν οἱ Φαρισαῖοι ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει ἢ Ἰωάννης—
2 καίτοιγε Ἰησοῦς αὐτὸς οὐκ ἐβάπτιζεν ἀλλ’ οἱ μαθηταὶ αὐτοῦ—
3 ἀφῆκεν τὴν Ἰουδαίαν καὶ ἀπῆλθεν ⸀πάλιν εἰς τὴν Γαλιλαίαν.
4 ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρείας.
5 ἔρχεται οὖν εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχὰρ πλησίον τοῦ χωρίου ὃ ἔδωκεν Ἰακὼβ ⸀τῷ Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ·
6 ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ. ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ· ὥρα ἦν ⸀ὡς ἕκτη.