1 Μετὰ δὲ ταῦτα ἀνέδειξεν ὁ κύριος ⸀καὶ ἑτέρους ἑβδομήκοντα ⸀δύο καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ δύο ⸁δύο πρὸ προσώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ ἤμελλεν αὐτὸς ἔρχεσθαι.
2 ἔλεγεν ⸀δὲ πρὸς αὐτούς· Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ⸂ἐργάτας ἐκβάλῃ⸃ εἰς τὸν θερισμὸν αὐτοῦ.
3 ὑπάγετε· ⸀ἰδοὺ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων.
4 μὴ βαστάζετε βαλλάντιον, μὴ πήραν, ⸀μὴ ὑποδήματα, καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε.