1 Ἀναβλέψας δὲ εἶδεν τοὺς βάλλοντας ⸂εἰς τὸ γαζοφυλάκιον τὰ δῶρα αὐτῶν⸃ πλουσίους.
2 εἶδεν δέ ⸀τινα χήραν πενιχρὰν βάλλουσαν ἐκεῖ ⸂λεπτὰ δύο⸃,
3 καὶ εἶπεν· Ἀληθῶς λέγω ὑμῖν ὅτι ἡ χήρα ⸂ἡ πτωχὴ αὕτη⸃ πλεῖον πάντων ἔβαλεν·
4 ⸀πάντες γὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ ⸀δῶρα, αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆς ⸀πάντα τὸν βίον ὃν εἶχεν ἔβαλεν.
5 Καί τινων λεγόντων περὶ τοῦ ἱεροῦ, ὅτι λίθοις καλοῖς καὶ ἀναθήμασιν κεκόσμηται εἶπεν·