45 καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς ἐλθὼν πρὸς τοὺς μαθητὰς εὗρεν ⸂κοιμωμένους αὐτοὺς⸃ ἀπὸ τῆς λύπης,
46 καὶ εἶπεν αὐτοῖς· Τί καθεύδετε; ἀναστάντες προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν.
47 ⸀Ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ ὄχλος, καὶ ὁ λεγόμενος Ἰούδας εἷς τῶν δώδεκα προήρχετο αὐτούς, καὶ ἤγγισεν τῷ Ἰησοῦ φιλῆσαι αὐτόν.
48 ⸂Ἰησοῦς δὲ⸃ εἶπεν αὐτῷ· Ἰούδα, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως;
49 ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον ⸀εἶπαν· Κύριε, εἰ πατάξομεν ἐν μαχαίρῃ;
50 καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν ⸂τοῦ ἀρχιερέως τὸν δοῦλον⸃ καὶ ἀφεῖλεν ⸂τὸ οὖς αὐτοῦ⸃ τὸ δεξιόν.
51 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Ἐᾶτε ἕως τούτου· καὶ ἁψάμενος τοῦ ⸀ὠτίου ἰάσατο αὐτόν.