58 καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη· Καὶ σὺ ἐξ αὐτῶν εἶ· ὁ δὲ Πέτρος ⸀ἔφη· Ἄνθρωπε, οὐκ εἰμί.
59 καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς ἄλλος τις διϊσχυρίζετο λέγων· Ἐπ’ ἀληθείας καὶ οὗτος μετ’ αὐτοῦ ἦν, καὶ γὰρ Γαλιλαῖός ἐστιν·
60 εἶπεν δὲ ὁ Πέτρος· Ἄνθρωπε, οὐκ οἶδα ὃ λέγεις. καὶ παραχρῆμα ἔτι λαλοῦντος αὐτοῦ ἐφώνησεν ἀλέκτωρ.
61 καὶ στραφεὶς ὁ κύριος ἐνέβλεψεν τῷ Πέτρῳ, καὶ ὑπεμνήσθη ὁ Πέτρος τοῦ ⸀λόγου τοῦ κυρίου ὡς εἶπεν αὐτῷ ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι ⸀σήμερον ἀπαρνήσῃ με τρίς.
62 καὶ ἐξελθὼν ⸀ἔξω ἔκλαυσεν πικρῶς.
63 Καὶ οἱ ἄνδρες οἱ συνέχοντες ⸀αὐτὸν ἐνέπαιζον αὐτῷ δέροντες,
64 καὶ περικαλύψαντες ⸂αὐτὸν ἐπηρώτων⸃ λέγοντες· Προφήτευσον, τίς ἐστιν ὁ παίσας σε;