39 Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτόν ⸀λέγων· ⸀Οὐχὶ σὺ εἶ ὁ χριστός; σῶσον σεαυτὸν καὶ ἡμᾶς.
40 ἀποκριθεὶς δὲ ὁ ἕτερος ⸂ἐπιτιμῶν αὐτῷ ἔφη⸃· Οὐδὲ φοβῇ σὺ τὸν θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ;
41 καὶ ἡμεῖς μὲν δικαίως, ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν.
42 καὶ ⸀ἔλεγεν· Ἰησοῦ, μνήσθητί ⸀μου ὅταν ἔλθῃς ⸂ἐν τῇ βασιλείᾳ⸃ σου.
43 καὶ εἶπεν ⸀αὐτῷ· Ἀμήν ⸂σοι λέγω⸃ σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.
44 ⸂Καὶ ἦν⸃ ⸀ἤδη ὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐφ’ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης
45 ⸂τοῦ ἡλίου ἐκλιπόντος⸃, ἐσχίσθη ⸀δὲ τὸ καταπέτασμα τοῦ ναοῦ μέσον.