36 ἔλεγεν δὲ καὶ παραβολὴν πρὸς αὐτοὺς ὅτι Οὐδεὶς ἐπίβλημα ⸀ἀπὸ ἱματίου καινοῦ ⸀σχίσας ἐπιβάλλει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μήγε, καὶ τὸ καινὸν ⸀σχίσει καὶ τῷ παλαιῷ οὐ ⸂συμφωνήσει τὸ ἐπίβλημα⸃ τὸ ἀπὸ τοῦ καινοῦ.
37 καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μήγε, ῥήξει ὁ ⸂οἶνος ὁ νέος⸃ τοὺς ἀσκούς, καὶ αὐτὸς ἐκχυθήσεται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται·
38 ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς ⸀βλητέον.
39 ⸀καὶ οὐδεὶς πιὼν ⸀παλαιὸν θέλει νέον· λέγει γάρ· Ὁ παλαιὸς ⸀χρηστός ἐστιν.