Κατα Μαρκον 1:26-32 SBLG

26 καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ ⸀φωνῆσαν φωνῇ μεγάλῃ ἐξῆλθεν ἐξ αὐτοῦ.

27 καὶ ἐθαμβήθησαν ⸀ἅπαντες, ὥστε συζητεῖν ⸂πρὸς ἑαυτοὺς⸃ λέγοντας· Τί ἐστιν τοῦτο; ⸂διδαχὴ καινή⸃· κατ’ ἐξουσίαν καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ.

28 ⸂καὶ ἐξῆλθεν⸃ ἡ ἀκοὴ αὐτοῦ εὐθὺς ⸀πανταχοῦ εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.

29 Καὶ ⸀εὐθὺς ἐκ τῆς συναγωγῆς ⸂ἐξελθόντες ἦλθον⸃ εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου μετὰ Ἰακώβου καὶ Ἰωάννου.

30 ἡ δὲ πενθερὰ Σίμωνος κατέκειτο πυρέσσουσα, καὶ ⸀εὐθὺς λέγουσιν αὐτῷ περὶ αὐτῆς.

31 καὶ προσελθὼν ἤγειρεν αὐτὴν κρατήσας τῆς ⸀χειρός· καὶ ἀφῆκεν αὐτὴν ὁ ⸀πυρετός, καὶ διηκόνει αὐτοῖς.

32 Ὀψίας δὲ γενομένης, ὅτε ⸀ἔδυ ὁ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους·