36 καὶ ⸀κατεδίωξεν αὐτὸν ⸀Σίμων καὶ οἱ μετ’ αὐτοῦ,
37 καὶ ⸂εὗρον αὐτὸν καὶ⸃ λέγουσιν αὐτῷ ὅτι Πάντες ⸂ζητοῦσίν σε⸃.
38 καὶ λέγει αὐτοῖς· Ἄγωμεν ⸀ἀλλαχοῦ εἰς τὰς ἐχομένας κωμοπόλεις, ἵνα καὶ ἐκεῖ κηρύξω, εἰς τοῦτο γὰρ ⸀ἐξῆλθον.
39 καὶ ⸀ἦλθεν κηρύσσων ⸂εἰς τὰς συναγωγὰς⸃ αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν καὶ τὰ δαιμόνια ἐκβάλλων.
40 Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρὸς παρακαλῶν αὐτὸν καὶ ⸀γονυπετῶν λέγων αὐτῷ ὅτι Ἐὰν θέλῃς δύνασαί με καθαρίσαι.
41 ⸀καὶ ⸀ὀργισθεὶς ἐκτείνας τὴν χεῖρα ⸂αὐτοῦ ἥψατο⸃ καὶ λέγει αὐτῷ· Θέλω, καθαρίσθητι·
42 καὶ ⸀εὐθὺς ἀπῆλθεν ἀπ’ αὐτοῦ ἡ λέπρα, καὶ ἐκαθαρίσθη.