17 ⸂ὁ δὲ⸃ Ἰησοῦς εἶπεν ⸀αὐτοῖς· ⸂Τὰ Καίσαρος ἀπόδοτε⸃ Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. καὶ ⸀ἐξεθαύμαζον ἐπ’ αὐτῷ.
18 Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὐτόν, οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι, καὶ ⸀ἐπηρώτων αὐτὸν λέγοντες·
19 Διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν ὅτι ἐάν τινος ἀδελφὸς ἀποθάνῃ καὶ καταλίπῃ γυναῖκα καὶ ⸂μὴ ἀφῇ τέκνον⸃, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν ⸀γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.
20 ἑπτὰ ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος ἔλαβεν γυναῖκα, καὶ ἀποθνῄσκων οὐκ ἀφῆκεν σπέρμα·
21 καὶ ὁ δεύτερος ἔλαβεν αὐτήν, καὶ ἀπέθανεν ⸂μὴ καταλιπὼν⸃ σπέρμα, καὶ ὁ τρίτος ὡσαύτως·
22 καὶ ⸂οἱ ἑπτὰ⸃ οὐκ ἀφῆκαν σπέρμα· ⸀ἔσχατον πάντων ⸂καὶ ἡ γυνὴ ἀπέθανεν⸃.
23 ἐν τῇ ἀναστάσει ⸂ὅταν ἀναστῶσιν⸃ τίνος αὐτῶν ἔσται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.