13 ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ Ἠλίας ἐλήλυθεν, καὶ ἐποίησαν αὐτῷ ὅσα ⸀ἤθελον, καθὼς γέγραπται ἐπ’ αὐτόν.
14 Καὶ ⸂ἐλθόντες πρὸς τοὺς μαθητὰς εἶδον⸃ ὄχλον πολὺν περὶ αὐτοὺς καὶ γραμματεῖς συζητοῦντας ⸂πρὸς αὐτούς⸃.
15 καὶ ⸀εὐθὺς πᾶς ὁ ὄχλος ⸂ἰδόντες αὐτὸν ἐξεθαμβήθησαν⸃, καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν.
16 καὶ ἐπηρώτησεν ⸀αὐτούς· Τί συζητεῖτε πρὸς ⸀αὑτούς;
17 καὶ ⸂ἀπεκρίθη αὐτῷ εἷς ἐκ τοῦ ὄχλου⸃· Διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρὸς σέ, ἔχοντα πνεῦμα ἄλαλον·
18 καὶ ὅπου ⸀ἐὰν αὐτὸν καταλάβῃ ῥήσσει αὐτόν, καὶ ἀφρίζει καὶ τρίζει τοὺς ⸀ὀδόντας καὶ ξηραίνεται· καὶ εἶπα τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσιν, καὶ οὐκ ἴσχυσαν.
19 ὁ δὲ ἀποκριθεὶς ⸀αὐτοῖς λέγει· Ὦ γενεὰ ἄπιστος, ἕως πότε πρὸς ὑμᾶς ἔσομαι; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετε αὐτὸν πρός με.