4 ἔλεγεν γὰρ ⸂αὐτῷ ὁ Ἰωάννης⸃· Οὐκ ἔξεστίν σοι ἔχειν αὐτήν·
5 καὶ θέλων αὐτὸν ἀποκτεῖναι ἐφοβήθη τὸν ὄχλον, ὅτι ὡς προφήτην αὐτὸν εἶχον.
6 ⸂γενεσίοις δὲ γενομένοις⸃ τοῦ Ἡρῴδου ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρῳδιάδος ἐν τῷ μέσῳ καὶ ἤρεσεν τῷ Ἡρῴδῃ,
7 ὅθεν μετὰ ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ⸀ἐὰν αἰτήσηται.
8 ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς· Δός μοι, φησίν, ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.
9 καὶ ⸂λυπηθεὶς ὁ βασιλεὺς διὰ⸃ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους ἐκέλευσεν δοθῆναι,
10 καὶ πέμψας ἀπεκεφάλισεν ⸀τὸν Ἰωάννην ἐν τῇ φυλακῇ·