Κατα Ματθαιον 19:21-27 SBLG

21 ἔφη αὐτῷ ὁ Ἰησοῦς· Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ ⸀δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν ⸀οὐρανοῖς, καὶ δεῦρο ἀκολούθει μοι.

22 ἀκούσας δὲ ὁ νεανίσκος τὸν ⸀λόγον ἀπῆλθεν λυπούμενος, ἦν γὰρ ἔχων κτήματα πολλά.

23 Ὁ δὲ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ· Ἀμὴν λέγω ὑμῖν ὅτι ⸂πλούσιος δυσκόλως⸃ εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν·

24 πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστιν κάμηλον διὰ ⸀τρυπήματος ῥαφίδος ⸀εἰσελθεῖν ἢ πλούσιον ⸂εἰς τὴν βασιλείαν τοῦ θεοῦ⸃.

25 ἀκούσαντες δὲ οἱ ⸀μαθηταὶ ἐξεπλήσσοντο σφόδρα λέγοντες· Τίς ἄρα δύναται σωθῆναι;

26 ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστιν, παρὰ δὲ θεῷ πάντα δυνατά.

27 Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν;