Πετρου Β΄ 2:13-19 SBLG

13 ⸀ἀδικούμενοι μισθὸν ἀδικίας· ἡδονὴν ἡγούμενοι τὴν ἐν ἡμέρᾳ τρυφήν, σπίλοι καὶ μῶμοι ἐντρυφῶντες ἐν ταῖς ⸀ἀπάταις αὐτῶν συνευωχούμενοι ὑμῖν,

14 ὀφθαλμοὺς ἔχοντες μεστοὺς μοιχαλίδος καὶ ⸀ἀκαταπαύστους ἁμαρτίας, δελεάζοντες ψυχὰς ἀστηρίκτους, καρδίαν γεγυμνασμένην πλεονεξίας ἔχοντες, κατάρας τέκνα,

15 ⸀καταλιπόντες εὐθεῖαν ὁδὸν ἐπλανήθησαν, ἐξακολουθήσαντες τῇ ὁδῷ τοῦ Βαλαὰμ τοῦ ⸀Βοσὸρ ὃς μισθὸν ἀδικίας ἠγάπησεν

16 ἔλεγξιν δὲ ἔσχεν ἰδίας παρανομίας· ὑποζύγιον ἄφωνον ἐν ἀνθρώπου φωνῇ φθεγξάμενον ἐκώλυσεν τὴν τοῦ προφήτου παραφρονίαν.

17 Οὗτοί εἰσιν πηγαὶ ἄνυδροι ⸂καὶ ὁμίχλαι⸃ ὑπὸ λαίλαπος ἐλαυνόμεναι, οἷς ὁ ζόφος τοῦ ⸀σκότους τετήρηται.

18 ὑπέρογκα γὰρ ματαιότητος φθεγγόμενοι δελεάζουσιν ἐν ἐπιθυμίαις σαρκὸς ἀσελγείαις τοὺς ⸀ὀλίγως ⸀ἀποφεύγοντας τοὺς ἐν πλάνῃ ἀναστρεφομένους,

19 ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι, αὐτοὶ δοῦλοι ὑπάρχοντες τῆς φθορᾶς· ᾧ γάρ τις ἥττηται, τούτῳ ⸀καὶ δεδούλωται.