Πραξεισ Των Αποστολων 10:24-30 SBLG

24 ⸂τῇ δὲ⸃ ἐπαύριον ⸀εἰσῆλθεν εἰς τὴν Καισάρειαν. ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτοὺς συγκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους.

25 ὡς δὲ ἐγένετο τοῦ εἰσελθεῖν τὸν Πέτρον, συναντήσας αὐτῷ ὁ Κορνήλιος πεσὼν ἐπὶ τοὺς πόδας προσεκύνησεν.

26 ὁ δὲ Πέτρος ⸂ἤγειρεν αὐτὸν⸃ λέγων· Ἀνάστηθι· καὶ ἐγὼ αὐτὸς ἄνθρωπός εἰμι.

27 καὶ συνομιλῶν αὐτῷ εἰσῆλθεν, καὶ εὑρίσκει συνεληλυθότας πολλούς,

28 ἔφη τε πρὸς αὐτούς· Ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ Ἰουδαίῳ κολλᾶσθαι ἢ προσέρχεσθαι ἀλλοφύλῳ· κἀμοὶ ὁ θεὸς ἔδειξεν μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον·

29 διὸ καὶ ἀναντιρρήτως ἦλθον μεταπεμφθείς πυνθάνομαι οὖν τίνι λόγῳ μετεπέμψασθέ με.

30 Καὶ ὁ Κορνήλιος ἔφη· Ἀπὸ τετάρτης ἡμέρας μέχρι ταύτης τῆς ὥρας ⸀ἤμην τὴν ⸀ἐνάτην προσευχόμενος ἐν τῷ οἴκῳ μου, καὶ ἰδοὺ ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ