Πραξεισ Των Αποστολων 16:7-13 SBLG

7 ἐλθόντες ⸀δὲ κατὰ τὴν Μυσίαν ἐπείραζον ⸀εἰς τὴν Βιθυνίαν ⸀πορευθῆναι καὶ οὐκ εἴασεν αὐτοὺς τὸ πνεῦμα ⸀Ἰησοῦ·

8 παρελθόντες δὲ τὴν Μυσίαν κατέβησαν εἰς Τρῳάδα.

9 καὶ ὅραμα ⸀διὰ νυκτὸς ⸂τῷ Παύλῳ ὤφθη⸃, ἀνὴρ ⸂Μακεδών τις ἦν⸃ ἑστὼς ⸀καὶ παρακαλῶν αὐτὸν καὶ λέγων· Διαβὰς εἰς Μακεδονίαν βοήθησον ἡμῖν.

10 ὡς δὲ τὸ ὅραμα εἶδεν, εὐθέως ἐζητήσαμεν ἐξελθεῖν ⸀εἰς Μακεδονίαν, συμβιβάζοντες ὅτι προσκέκληται ἡμᾶς ὁ ⸀θεὸς εὐαγγελίσασθαι αὐτούς.

11 Ἀναχθέντες ⸀οὖν ⸀ἀπὸ Τρῳάδος εὐθυδρομήσαμεν εἰς Σαμοθρᾴκην, τῇ ⸀δὲ ἐπιούσῃ εἰς ⸂Νέαν Πόλιν⸃,

12 ⸀κἀκεῖθεν εἰς Φιλίππους, ἥτις ἐστὶν ⸂πρώτη τῆς μερίδος⸃ Μακεδονίας πόλις, κολωνία. ἦμεν δὲ ἐν ⸀ταύτῃ τῇ πόλει διατρίβοντες ἡμέρας τινάς.

13 τῇ τε ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς ⸀πύλης παρὰ ποταμὸν οὗ ⸂ἐνομίζομεν προσευχὴν⸃ εἶναι, καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξίν.