Πραξεισ Των Αποστολων 18:8-14 SBLG

8 Κρίσπος δὲ ὁ ἀρχισυνάγωγος ἐπίστευσεν τῷ κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, καὶ πολλοὶ τῶν Κορινθίων ἀκούοντες ἐπίστευον καὶ ἐβαπτίζοντο.

9 εἶπεν δὲ ὁ κύριος ⸂ἐν νυκτὶ δι’ ὁράματος⸃ τῷ Παύλῳ· Μὴ φοβοῦ, ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς,

10 διότι ἐγώ εἰμι μετὰ σοῦ καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε, διότι λαός ἐστί μοι πολὺς ἐν τῇ πόλει ταύτῃ.

11 ἐκάθισεν ⸀δὲ ἐνιαυτὸν καὶ μῆνας ἓξ διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ θεοῦ.

12 Γαλλίωνος δὲ ⸂ἀνθυπάτου ὄντος⸃ τῆς Ἀχαΐας κατεπέστησαν ⸂ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι⸃ τῷ Παύλῳ καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα,

13 λέγοντες ὅτι Παρὰ τὸν νόμον ⸂ἀναπείθει οὗτος⸃ τοὺς ἀνθρώπους σέβεσθαι τὸν θεόν.

14 μέλλοντος δὲ τοῦ Παύλου ἀνοίγειν τὸ στόμα εἶπεν ὁ Γαλλίων πρὸς τοὺς Ἰουδαίους· Εἰ ⸀μὲν ἦν ἀδίκημά τι ἢ ῥᾳδιούργημα πονηρόν, ὦ Ἰουδαῖοι, κατὰ λόγον ἂν ἀνεσχόμην ὑμῶν·