24 κτήνη τε παραστῆσαι ἵνα ἐπιβιβάσαντες τὸν Παῦλον διασώσωσι πρὸς Φήλικα τὸν ἡγεμόνα,
25 γράψας ἐπιστολὴν ⸀ἔχουσαν τὸν τύπον τοῦτον·
26 Κλαύδιος Λυσίας τῷ κρατίστῳ ἡγεμόνι Φήλικι χαίρειν.
27 τὸν ἄνδρα τοῦτον συλλημφθέντα ὑπὸ τῶν Ἰουδαίων καὶ μέλλοντα ἀναιρεῖσθαι ὑπ’ αὐτῶν ἐπιστὰς σὺν τῷ στρατεύματι ⸀ἐξειλάμην, μαθὼν ὅτι Ῥωμαῖός ἐστιν,
28 βουλόμενός ⸀τε ⸀ἐπιγνῶναι τὴν αἰτίαν δι’ ἣν ἐνεκάλουν αὐτῷ, ⸀κατήγαγον εἰς τὸ συνέδριον αὐτῶν.
29 ὃν εὗρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν, μηδὲν ⸀δὲ ἄξιον θανάτου ἢ δεσμῶν ⸂ἔχοντα ἔγκλημα⸃.
30 μηνυθείσης δέ μοι ἐπιβουλῆς εἰς τὸν ⸀ἄνδρα ἔσεσθαι ⸀ἐξαυτῆς ἔπεμψα πρὸς σέ, παραγγείλας καὶ τοῖς κατηγόροις ⸀λέγειν πρὸς αὐτὸν ἐπὶ ⸀σοῦ.