Πραξεισ Των Αποστολων 26:4-10 SBLG

4 Τὴν μὲν οὖν βίωσίν μου ⸀τὴν ἐκ νεότητος τὴν ἀπ’ ἀρχῆς γενομένην ἐν τῷ ἔθνει μου ἔν ⸀τε Ἱεροσολύμοις ἴσασι ⸀πάντες Ἰουδαῖοι,

5 προγινώσκοντές με ἄνωθεν, ἐὰν θέλωσι μαρτυρεῖν, ὅτι κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς ἡμετέρας θρησκείας ἔζησα Φαρισαῖος.

6 καὶ νῦν ἐπ’ ἐλπίδι τῆς ⸀εἰς τοὺς πατέρας ⸀ἡμῶν ἐπαγγελίας γενομένης ὑπὸ τοῦ θεοῦ ἕστηκα κρινόμενος,

7 εἰς ἣν τὸ δωδεκάφυλον ἡμῶν ἐν ἐκτενείᾳ νύκτα καὶ ἡμέραν λατρεῦον ἐλπίζει καταντῆσαι· περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι ⸂ὑπὸ Ἰουδαίων, βασιλεῦ⸃·

8 τί ἄπιστον κρίνεται παρ’ ὑμῖν εἰ ὁ θεὸς νεκροὺς ἐγείρει;

9 Ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα Ἰησοῦ τοῦ Ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι·

10 ὃ καὶ ἐποίησα ἐν Ἱεροσολύμοις, καὶ πολλούς ⸀τε τῶν ἁγίων ἐγὼ ⸀ἐν φυλακαῖς κατέκλεισα τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβών, ἀναιρουμένων τε αὐτῶν κατήνεγκα ψῆφον,