24 καὶ ἰδών τινα ἀδικούμενον ἠμύνατο καὶ ἐποίησεν ἐκδίκησιν τῷ καταπονουμένῳ πατάξας τὸν Αἰγύπτιον.
25 ἐνόμιζεν δὲ συνιέναι τοὺς ⸀ἀδελφοὺς ὅτι ὁ θεὸς διὰ χειρὸς αὐτοῦ δίδωσιν ⸂σωτηρίαν αὐτοῖς⸃, οἱ δὲ οὐ συνῆκαν.
26 τῇ τε ἐπιούσῃ ἡμέρᾳ ὤφθη αὐτοῖς μαχομένοις καὶ ⸀συνήλλασσεν αὐτοὺς εἰς εἰρήνην εἰπών· Ἄνδρες, ἀδελφοί ⸀ἐστε· ἱνατί ἀδικεῖτε ἀλλήλους;
27 ὁ δὲ ἀδικῶν τὸν πλησίον ἀπώσατο αὐτὸν εἰπών· Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ’ ⸀ἡμῶν;
28 μὴ ἀνελεῖν με σὺ θέλεις ὃν τρόπον ἀνεῖλες ⸀ἐχθὲς τὸν Αἰγύπτιον;
29 ἔφυγεν δὲ Μωϋσῆς ἐν τῷ λόγῳ τούτῳ, καὶ ἐγένετο πάροικος ἐν γῇ Μαδιάμ, οὗ ἐγέννησεν υἱοὺς δύο.
30 Καὶ πληρωθέντων ἐτῶν τεσσεράκοντα ὤφθη αὐτῷ ἐν τῇ ἐρήμῳ τοῦ ὄρους Σινᾶ ⸀ἄγγελος ἐν φλογὶ πυρὸς βάτου·