3 σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης·
4 ἓν σῶμα καὶ ἓν πνεῦμα, καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν·
5 εἷς κύριος, μία πίστις, ἓν βάπτισμα·
6 εἷς θεὸς καὶ πατὴρ πάντων, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν ⸀πᾶσιν.
7 Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ⸀ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ.
8 διὸ λέγει· Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν, ⸀ἔδωκεν δόματα τοῖς ἀνθρώποις.
9 τὸ δὲ Ἀνέβη τί ἐστιν εἰ μὴ ὅτι καὶ ⸀κατέβη εἰς τὰ κατώτερα μέρη τῆς γῆς;