4 μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ ⸀πεῖν;
5 μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ κυρίου καὶ Κηφᾶς;
6 ἢ μόνος ἐγὼ καὶ Βαρναβᾶς οὐκ ἔχομεν ἐξουσίαν ⸀μὴ ἐργάζεσθαι;
7 τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; τίς φυτεύει ἀμπελῶνα καὶ ⸂τὸν καρπὸν⸃ αὐτοῦ οὐκ ἐσθίει; ⸀τίς ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει;
8 Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ ἢ ⸂καὶ ὁ νόμος ταῦτα οὐ⸃ λέγει;
9 ἐν γὰρ τῷ Μωϋσέως νόμῳ γέγραπται· Οὐ ⸀κημώσεις βοῦν ἀλοῶντα. μὴ τῶν βοῶν μέλει τῷ θεῷ,
10 ἢ δι’ ἡμᾶς πάντως λέγει; δι’ ἡμᾶς γὰρ ἐγράφη, ὅτι ⸂ὀφείλει ἐπ’ ἐλπίδι⸃ ὁ ἀροτριῶν ἀροτριᾶν, καὶ ὁ ἀλοῶν ⸂ἐπ’ ἐλπίδι τοῦ μετέχειν⸃.