11 Λουκᾶς ἐστιν μόνος μετ’ ἐμοῦ. Μᾶρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ, ἔστιν γάρ μοι εὔχρηστος εἰς διακονίαν,
12 Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον.
13 τὸν φαιλόνην, ὃν ⸀ἀπέλιπον ἐν Τρῳάδι παρὰ Κάρπῳ, ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας.
14 Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο— ⸀ἀποδώσει αὐτῷ ὁ κύριος κατὰ τὰ ἔργα αὐτοῦ—
15 ὃν καὶ σὺ φυλάσσου, λίαν γὰρ ⸀ἀντέστη τοῖς ἡμετέροις λόγοις.
16 Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι ⸀παρεγένετο, ἀλλὰ πάντες με ⸀ἐγκατέλιπον— μὴ αὐτοῖς λογισθείη—
17 ὁ δὲ κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέν με, ἵνα δι’ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ καὶ ⸀ἀκούσωσιν πάντα τὰ ἔθνη, καὶ ἐρρύσθην ἐκ στόματος λέοντος.