12 διάκονοι ἔστωσαν μιᾶς γυναικὸς ἄνδρες, τέκνων καλῶς προϊστάμενοι καὶ τῶν ἰδίων οἴκων.
13 οἱ γὰρ καλῶς διακονήσαντες βαθμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται καὶ πολλὴν παρρησίαν ἐν πίστει τῇ ἐν Χριστῷ ᾿Ιησοῦ.
14 Ταῦτά σοι γράφω ἐλπίζων ἐλθεῖν πρός σε τάχιον·
15 ἐὰν δὲ βραδύνω, ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν ἐκκλησία Θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας.
16 καὶ ὁμολογουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον·Θεὸς ἐφανερώθη ἐν σαρκί,ἐδικαιώθη ἐν Πνεύματι,ὤφθη ἀγγέλοις,ἐκηρύχθη ἐν ἔθνεσιν,ἐπιστεύθη ἐν κόσμῳ,ἀνελήφθη ἐν δόξῃ.