Αποκαλυψη Ιωαννου 11:13-19 NTPT

13 Καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐγένετο σεισμὸς μέγας, καὶ τὸ δέκατον τῆς πόλεως ἔπεσε, καὶ ἀπεκτάνθησαν ἐν τῷ σεισμῷ ὀνόματα ἀνθρώπων χιλιάδες ἑπτά, καὶ οἱ λοιποὶ ἔμφοβοι ἐγένοντο καὶ ἔδωκαν δόξαν τῷ Θεῷ τοῦ οὐρανοῦ.

14 ῾Η οὐαὶ ἡ δευτέρα ἀπῆλθεν· ἡ οὐαὶ ἡ τρίτη ἰδοὺ ἔρχεται ταχύ.

15 Καὶ ὁ ἕβδομος ἄγγελος ἐσάλπισε· καὶ ἐγένοντο φωναὶ μεγάλαι ἐν τῷ οὐρανῷ λέγουσαι·ἐγένετο ἡ βασιλεία τοῦ κόσμουτοῦ Κυρίου ἡμῶνκαὶ τοῦ Χριστοῦ αὐτοῦ,καὶ βασιλεύσει εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

16 καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι οἱ ἐνώπιον τοῦ θρόνου τοῦ Θεοῦ, οἳ κάθηνται ἐπὶ τοὺς θρόνους αὐτῶν, ἔπεσαν ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ Θεῷ

17 λέγοντες·εὐχαριστοῦμέν σοι,Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ,ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος,ὅτι εἴληφας τὴν δύναμίν σου τὴν μεγάληνκαὶ ἐβασίλευσας,

18 καὶ τὰ ἔθνη ὠργίσθησαν,καὶ ἦλθεν ἡ ὀργή σουκαὶ ὁ καιρὸς τῶν ἐθνῶν κριθῆναικαὶ δοῦναι τὸν μισθὸν τοῖς δούλοις σου τοῖς προφήταιςκαὶ τοῖς ἁγίοις τοῖς φοβουμένοις τὸ ὄνομά σου,τοῖς μικροῖς καὶ τοῖς μεγάλοις,καὶ διαφθεῖραι τοὺς διαφθείροντας τὴν γῆν.

19 Καὶ ἠνοίγη ὁ ναὸς τοῦ Θεοῦ ὁ ἐν τῷ οὐρανῷ, καὶ ὤφθη ἡ κιβωτὸς τῆς διαθήκης Κυρίου ἐν τῷ ναῷ αὐτοῦ, καὶ ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταὶ καὶ σεισμὸς καὶ χάλαζα μεγάλη.