5 καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει,καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.
6 ᾿Εγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ ᾿Ιωάννης·
7 οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσι δι᾽ αὐτοῦ.
8 οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ᾽ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός.
9 ῏Ην τὸ φῶς τὸ ἀληθινόν,ὃ φωτίζει πάντα ἄνθρωπονἐρχόμενον εἰς τὸν κόσμον.
10 ἐν τῷ κόσμῳ ἦν,καὶ ὁ κόσμος δι᾽ αὐτοῦ ἐγένετο,καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.
11 εἰς τὰ ἴδια ἦλθε,καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον.