9 ῏Ην τὸ φῶς τὸ ἀληθινόν,ὃ φωτίζει πάντα ἄνθρωπονἐρχόμενον εἰς τὸν κόσμον.
10 ἐν τῷ κόσμῳ ἦν,καὶ ὁ κόσμος δι᾽ αὐτοῦ ἐγένετο,καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.
11 εἰς τὰ ἴδια ἦλθε,καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον.
12 ὅσοι δὲ ἔλαβον αὐτόν,ἔδωκεν αὐτοῖς ἐξουσίαντέκνα Θεοῦ γενέσθαι,τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ,
13 οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκός, οὐδὲ ἐκ θελήματος ἀνδρός, ἀλλ᾽ ἐκ Θεοῦ ἐγεννήθησαν.
14 Καὶ ὁ Λόγος σὰρξ ἐγένετοκαὶ ἐσκήνωσεν ἐν ἡμῖν,καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ,δόξαν ὡς μονογενοῦς παρὰ πατρός,πλήρης χάριτος καὶ ἀληθείας.
15 ᾿Ιωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγε λέγων· οὗτος ἦν ὃν εἶπον, ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.