Κατα Ιωαννην 18:1-7 NTPT

1 Ταῦτα εἰπὼν ὁ ᾿Ιησοῦς ἐξῆλθε σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάρρου τῶν Κέδρων, ὅπου ἦν κῆπος, εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ.

2 ᾔδει δὲ καὶ ᾿Ιούδας ὁ παραδιδοὺς αὐτὸν τὸν τόπον, ὅτι πολλάκις συνήχθη καὶ ὁ ᾿Ιησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ.

3 ὁ οὖν ᾿Ιούδας λαβὼν τὴν σπεῖραν καὶ ἐκ τῶν ἀρχιερέων καὶ Φαρισαίων ὑπηρέτας ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων.

4 ᾿Ιησοῦς οὖν εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπ᾽ αὐτόν, ἐξελθὼν εἶπεν αὐτοῖς· τίνα ζητεῖτε;

5 ἀπεκρίθησαν αὐτῷ· ᾿Ιησοῦν τὸν Ναζωραῖον. λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς· ἐγώ εἰμι. εἱστήκει δὲ καὶ ᾿Ιούδας ὁ παραδιδοὺς αὐτὸν μετ᾽ αὐτῶν.

6 ὡς οὖν εἶπεν αὐτοῖς ὅτι ἐγώ εἰμι, ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ ἔπεσον χαμαί.

7 πάλιν οὖν αὐτοὺς ἐπηρώτησε· τίνα ζητεῖτε; οἱ δὲ εἶπον· ᾿Ιησοῦν τὸν Ναζωραῖον.