4 ἦν δὲ ἐγγὺς τὸ πάσχα, ἡ ἑορτὴ τῶν ᾿Ιουδαίων.
5 ἐπάρας οὖν ὁ ᾿Ιησοῦς τοὺς ὀφθαλμοὺς καὶ θεασάμενος ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτόν, λέγει πρὸς τὸν Φίλιππον· πόθεν ἀγοράσωμεν ἄρτους ἵνα φάγωσιν οὗτοι;
6 τοῦτο δὲ ἔλεγε πειράζων αὐτόν· αὐτὸς γὰρ ᾔδει τί ἔμελλε ποιεῖν.
7 ἀπεκρίθη αὐτῷ Φίλιππος· διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς ἵνα ἕκαστος αὐτῶν βραχύ τι λάβῃ.
8 λέγει αὐτῷ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, ᾿Ανδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου·
9 ἔστι παιδάριον ἓν ὧδε, ὃς ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια· ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους;
10 εἶπε δὲ ὁ ᾿Ιησοῦς· ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν· ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ. ἀνέπεσον οὖν οἱ ἄνδρες τὸν ἀριθμὸν ὡσεὶ πεντακισχίλιοι.