44 ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου.
45 καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου.
46 Καὶ εἶπε Μαριάμ·Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον
47 καὶ ἠγαλλίασε τὸ πνεῦμά μουἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου,
48 ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιντῆς δούλης αὐτοῦ.ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί·
49 ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸςκαὶ ἅγιον τὸ ὄνομα αὐτοῦ,
50 καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς γενεῶντοῖς φοβουμένοις αὐτόν.