48 ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιντῆς δούλης αὐτοῦ.ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί·
49 ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸςκαὶ ἅγιον τὸ ὄνομα αὐτοῦ,
50 καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς γενεῶντοῖς φοβουμένοις αὐτόν.
51 Εποίησε κράτος ἐν βραχίονι αὐτοῦ,διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν·
52 καθεῖλε δυνάστας ἀπὸ θρόνωνκαὶ ὕψωσε ταπεινούς,
53 πεινῶντας ἐνέπλησεν ἀγαθῶνκαὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
54 ἀντελάβετο ᾿Ισραὴλ παιδὸς αὐτοῦμνησθῆναι ἐλέους,