69 καὶ ἤγειρε κέρας σωτηρίας ἡμῖνἐν τῷ οἴκῳ Δαυῒδ τοῦ παιδὸς αὐτοῦ,
70 καθὼς ἐλάλησε διὰ στόματος τῶν ἁγίων,τῶν ἀπ᾿ αἰῶνος προφητῶν αὐτοῦ,
71 σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶνκαὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς,
72 ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶνκαὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ,
73 ὅρκον ὃν ὤμοσε πρὸς ᾿Αβραὰμ τὸν πατέρα ἡμῶν,τοῦ δοῦναι ἡμῖν
74 ἀφόβως, ἐκ χειρὸς τῶν ἐχθρῶνἡμῶν ῥυσθέντας,λατρεύειν αὐτῷ
75 ἐν ὁσιότητι καὶ δικαιοσύνῃἐνώπιον αὐτοῦ πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν.