71 σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶνκαὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς,
72 ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶνκαὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ,
73 ὅρκον ὃν ὤμοσε πρὸς ᾿Αβραὰμ τὸν πατέρα ἡμῶν,τοῦ δοῦναι ἡμῖν
74 ἀφόβως, ἐκ χειρὸς τῶν ἐχθρῶνἡμῶν ῥυσθέντας,λατρεύειν αὐτῷ
75 ἐν ὁσιότητι καὶ δικαιοσύνῃἐνώπιον αὐτοῦ πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν.
76 Καὶ σύ, παιδίον, προφήτης ὑψίστου κληθήσῃ·προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ,
77 τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ,ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν