74 ἀφόβως, ἐκ χειρὸς τῶν ἐχθρῶνἡμῶν ῥυσθέντας,λατρεύειν αὐτῷ
75 ἐν ὁσιότητι καὶ δικαιοσύνῃἐνώπιον αὐτοῦ πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν.
76 Καὶ σύ, παιδίον, προφήτης ὑψίστου κληθήσῃ·προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ,
77 τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ,ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν
78 διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν,ἐν οἷς ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους
79 ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις,τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης.
80 Τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι, καὶ ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν ᾿Ισραήλ.