Κατα Λουκαν 11:1-6 NTPT

1 Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν τόπῳ τινὶ προσευχόμενον, ὡς ἐπαύσατο, εἶπέ τις τῶν μαθητῶν αὐτοῦ πρὸς αὐτόν· Κύριε, δίδαξον ἡμᾶς προσεύχεσθαι, καθὼς καὶ ᾿Ιωάννης ἐδίδαξε τοὺς μαθητὰς αὐτοῦ.

2 εἶπε δὲ αὐτοῖς· ὅταν προσεύχησθε, λέγετε·Πάτερ ἡμῶνὁ ἐν τοῖς οὐρανοῖς·ἁγιασθήτω τὸ ὄνομά σου·ἐλθέτω ἡ βασιλεία σου·γενηθήτω τὸ θέλημά σου,ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς·

3 τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιονδίδου ἡμῖν τὸ καθ᾿ ἡμέραν·

4 καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν·καὶ γὰρ αὐτοὶ ἀφίεμεν παντὶ τῷ ὀφείλοντι ἡμῖν·καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν,ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

5 Καὶ εἶπε πρὸς αὐτούς· τίς ἐξ ὑμῶν ἕξει φίλον, καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυκτίου καὶ ἐρεῖ αὐτῷ· φίλε, χρῆσόν μοι τρεῖς ἄρτους, 

6 ἐπειδὴ φίλος μου παρεγένετο ἐξ ὁδοῦ πρός με καὶ οὐκ ἔχω ὃ παραθήσω αὐτῷ·