Κατα Λουκαν 23:6-12 NTPT

6 Πιλᾶτος δὲ ἀκούσας Γαλιλαίαν ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστι,

7 καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας ῾Ηρῴδου ἐστίν, ἀνέπεμψεν αὐτὸν πρὸς ῾Ηρῴδην, ὄντα καὶ αὐτὸν ἐν ῾Ιεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις.

8 ὁ δὲ ῾Ηρῴδης ἰδὼν τὸν ᾿Ιησοῦν ἐχάρη λίαν· ἦν γὰρ ἐξ ἱκανοῦ θέλων ἰδεῖν αὐτὸν διὰ τὸ ἀκούειν αὐτὸν πολλὰ περὶ αὐτοῦ, καὶ ἤλπιζέ τι σημεῖον ἰδεῖν ὑπ᾿ αὐτοῦ γινόμενον.

9 ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ.

10 εἱστήκεισαν δὲ οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς εὐτόνως κατηγοροῦντες αὐτοῦ.

11 ἐξουθενήσας δὲ αὐτὸν ὁ ῾Ηρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ καὶ ἐμπαίξας, περιβαλὼν αὐτὸν ἐσθῆτα λαμπρὰν ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ.

12 ἐγένοντο δὲ φίλοι ὅ τε ῾Ηρῴδης καὶ ὁ Πιλᾶτος ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ᾿ ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς ἑαυτούς.