Κατα Λουκαν 6:11-17 NTPT

11 αὐτοὶ δὲ ἐπλήσθησαν ἀνοίας, καὶ διελάλουν πρὸς ἀλλήλους τί ἂν ποιήσειαν τῷ ᾿Ιησοῦ.

12 ᾿Εγένετο δὲ ἐν ταῖς ἡμέραις ταύταις ἐξῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι, καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ Θεοῦ.

13 καὶ ὅτε ἐγένετο ἡμέρα, προσεφώνησε τοὺς μαθητὰς αὐτοῦ, καὶ ἐκλεξάμενος ἀπ᾿ αὐτῶν δώδεκα, οὓς καὶ ἀποστόλους ὠνόμασε,

14 Σίμωνα, ὃν καὶ ὠνόμασε Πέτρον, καὶ ᾿Ανδρέαν τὸν ἀδελφὸν αὐτοῦ, ᾿Ιάκωβον καὶ ᾿Ιωάννην, Φίλιππον καὶ Βαρθολομαῖον,

15 Ματθαῖον καὶ Θωμᾶν, ᾿Ιάκωβον τὸν τοῦ ᾿Αλφαίου καὶ Σίμωνα τὸν καλούμενον Ζηλωτήν,

16 ᾿Ιούδαν ᾿Ιακώβου καὶ ᾿Ιούδαν ᾿Ισκαριώτην, ὃς καὶ ἐγένετο προδότης,

17 καὶ καταβὰς μετ᾿ αὐτῶν ἔστη ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν,