4 ἔλεγε γὰρ αὐτῷ ὁ ᾿Ιωάννης· οὐκ ἔξεστί σοι ἔχειν αὐτήν.
5 καὶ θέλων αὐτὸν ἀποκτεῖναι ἐφοβήθη τὸν ὄχλον, ὅτι ὡς προφήτην αὐτὸν εἶχον.
6 γενεσίων δὲ ἀγομένων τοῦ ῾Ηρῴδου ὠρχήσατο ἡ θυγάτηρ τῆς ῾Ηρῳδιάδος ἐν τῷ μέσῳ καὶ ἤρεσε τῷ ῾Ηρῴδῃ·
7 ὅθεν μεθ᾿ ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται.
8 ἡ δέ, προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς, δός μοι, φησίν, ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν ᾿Ιωάννου τοῦ βαπτιστοῦ.
9 καὶ ἐλυπήθη ὁ βασιλεύς, διὰ δὲ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους ἐκέλευσε δοθῆναι,
10 καὶ πέμψας ἀπεκεφάλισε τὸν ᾿Ιωάννην ἐν τῇ φυλακῇ.