1 Ἰδὼν δὲ τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος, καὶ καθίσαντος αὐτοῦ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ,
2 καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκεν αὐτοὺς λέγων·
3 μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι,ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
4 μακάριοι οἱ πενθοῦντες,ὅτι αὐτοὶ παρακληθήσονται.
5 μακάριοι οἱ πραεῖς,ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.