4 μακάριοι οἱ πενθοῦντες,ὅτι αὐτοὶ παρακληθήσονται.
5 μακάριοι οἱ πραεῖς,ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.
6 μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην,ὅτι αὐτοὶ χορτασθήσονται.
7 μακάριοι οἱ ἐλεήμονες,ὅτι αὐτοὶ ἐλεηθήσονται.
8 μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ,ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.
9 μακάριοι οἱ εἰρηνοποιοί,ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
10 μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης,ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.