Πραξεισ Αποστολων 1:8-14 NTPT

8 ἀλλὰ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ῾Αγίου Πνεύματος ἐφ᾿ ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρτυρες ἔν τε ῾Ιερουσαλὴμ καὶ ἐν πάσῃ τῇ ᾿Ιουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς.

9 καὶ ταῦτα εἰπὼν βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν.

10 καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθῆτι λευκῇ,

11 οἳ καὶ εἶπον· ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν; οὗτος ὁ ᾿Ιησοῦς ὁ ἀναληφθεὶς ἀφ᾿ ὑμῶν εἰς τὸν οὐρανόν, οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν.

12 Τότε ὑπέστρεψαν εἰς ῾Ιερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς ῾Ιερουσαλήμ, σαββάτου ἔχον ὁδόν.

13 καὶ ὅτε εἰσῆλθον, ἀνέβησαν εἰς τὸ ὑπερῷον οὗ ἦσαν καταμένοντες, ὅ τε Πέτρος καὶ ᾿Ιάκωβος καὶ ᾿Ιωάννης καὶ ᾿Ανδρέας, Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶ Ματθαῖος, ᾿Ιάκωβος ᾿Αλφαίου καὶ Σίμων ὁ Ζηλωτὴς καὶ ᾿Ιούδας ᾿Ιακώβου.

14 οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ καὶ τῇ δεήσει σὺν γυναιξὶ καὶ Μαρίᾳ τῇ μητρὶ τοῦ ᾿Ιησοῦ καὶ σὺν τοῖς ἀδελφοῖς αὐτοῦ.