Πραξεισ Αποστολων 11:23-29 NTPT

23 ὃς παραγενόμενος καὶ ἰδὼν τὴν χάριν τοῦ Θεοῦ ἐχάρη, καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας προσμένειν τῷ Κυρίῳ,

24 ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης Πνεύματος ῾Αγίου καὶ πίστεως· καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ Κυρίῳ.

25 ἐξῆλθε δὲ εἰς Ταρσὸν ὁ Βαρνάβας ἀναζητῆσαι Σαῦλον, καὶ εὑρὼν αὐτὸν ἤγαγεν αὐτὸν εἰς ᾿Αντιόχειαν.

26 ἐγένετο δὲ αὐτοὺς ἐνιαυτὸν ὅλον συναχθῆναι ἐν τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τε πρῶτον ἐν ᾿Αντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς.

27 ᾿Εν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ ῾Ιεροσολύμων προφῆται εἰς ᾿Αντιόχειαν·

28 28 ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι ῎Αγαβος ἐσήμανε διὰ τοῦ Πνεύματος λιμὸν μέγαν μέλλειν ἔσεσθαι ἐφ᾿ ὅλην τὴν οἰκουμένην· ὅστις καὶ ἐγένετο ἐπὶ Κλαυδίου Καίσαρος.

29 τῶν δὲ μαθητῶν καθὼς ηὐπορεῖτό τις, ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ ᾿Ιουδαίᾳ ἀδελφοῖς·