Πραξεισ Αποστολων 2:9-15 NTPT

9 Πάρθοι καὶ Μῆδοι καὶ ᾿Ελαμῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, ᾿Ιουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν ᾿Ασίαν,

10 Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπιδημοῦντες ῾Ρωμαῖοι, ᾿Ιουδαῖοί τε καὶ προσήλυτοι,

11 Κρῆτες καὶ ῎Αραβες, ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ Θεοῦ;

12 ἐξίσταντο δὲ πάντες καὶ διηπόρουν, ἄλλος πρὸς ἄλλον λέγοντες· τί ἂν θέλοι τοῦτο εἶναι;

13 ἕτεροι δὲ χλευάζοντες ἔλεγον ὅτι γλεύκους μεμεστωμένοι εἰσί.

14 Σταθεὶς δὲ Πέτρος σὺν τοῖς ἕνδεκα ἐπῆρε τὴν φωνὴν αὐτοῦ καὶ ἀπεφθέγξατο αὐτοῖς· ἄνδρες ᾿Ιουδαῖοι καὶ οἱ κατοικοῦντες ῾Ιερουσαλὴμ ἅπαντες, τοῦτο ὑμῖν γνωστὸν ἔστω καὶ ἐνωτίσασθε τὰ ῥήματά μου.

15 οὐ γάρ, ὡς ὑμεῖς ὑπολαμβάνετε, οὗτοι μεθύουσιν· ἔστι γὰρ ὥρα τρίτη τῆς ἡμέρας·