Πραξεισ Αποστολων 20:19-25 NTPT

19 δουλεύων τῷ Κυρίῳ μετὰ πάσης ταπεινοφροσύνης καὶ πολλῶν δακρύων καὶ πειρασμῶν τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν ᾿Ιουδαίων,

20 ὡς οὐδὲν ὑπεστειλάμην τῶν συμφερόντων τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν καὶ διδάξαι ὑμᾶς δημοσίᾳ καὶ κατ᾿ οἴκους,

21 διαμαρτυρόμενος ᾿Ιουδαίοις τε καὶ ῞Ελλησι τὴν εἰς τὸν Θεὸν μετάνοιαν καὶ πίστιν τὴν εἰς τὸν Κύριον ἡμῶν ᾿Ιησοῦν Χριστόν.

22 καὶ νῦν ἰδοὺ ἐγὼ δεδεμένος τῷ πνεύματι πορεύομαι εἰς ῾Ιερουσαλήμ, τὰ ἐν αὐτῇ συναντήσοντά μοι μὴ εἰδώς,

23 πλὴν ὅτι τὸ Πνεῦμα τὸ ῞Αγιον κατὰ πόλιν διαμαρτύρεται λέγον ὅτι δεσμά με καὶ θλίψεις μένουσιν.

24 ἀλλ᾿ οὐδενὸς λόγον ποιοῦμαι οὐδὲ ἔχω τὴν ψυχήν μου τιμίαν ἐμαυτῷ, ὡς τελειῶσαι τὸν δρόμον μου μετὰ χαρᾶς καὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ τοῦ Κυρίου ᾿Ιησοῦ, διαμαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ Θεοῦ.

25 καὶ νῦν ἰδοὺ ἐγὼ οἶδα ὅτι οὐκέτι ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες, ἐν οἷς διῆλθον κηρύσσων τὴν βασιλείαν τοῦ Θεοῦ.