17 Πίστει προσενήνοχεν ᾿Αβραὰμ τὸν ᾿Ισαὰκ πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος,
18 πρὸς ὃν ἐλαλήθη ὅτι ἐν ᾿Ισαὰκ κληθήσεταί σοι σπέρμα,
19 λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεός· ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο.
20 Πίστει περὶ μελλόντων εὐλόγησεν ᾿Ισαὰκ τὸν ᾿Ιακὼβ καὶ τὸν ᾿Ησαῦ.
21 Πίστει ᾿Ιακὼβ ἀποθνήσκων ἕκαστον τῶν υἱῶν ᾿Ιωσὴφ εὐλόγησε, καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ.
22 Πίστει ᾿Ιωσὴφ τελευτῶν περὶ τῆς ἐξόδου τῶν υἱῶν ᾿Ισραὴλ ἐμνημόνευσε καὶ περὶ τῶν ὀστέων αὐτοῦ ἐνετείλατο.
23 Πίστει Μωϋσῆς γεννηθεὶς ἐκρύβη τρίμηνον ὑπὸ τῶν πατέρων αὐτοῦ, διότι εἶδον ἀστεῖον τὸ παιδίον, καὶ οὐκ ἐφοβήθησαν τὸ διάταγμα τοῦ βασιλέως.