18 ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα Θεοῦ ἐν Χριστῷ ᾿Ιησοῦ εἰς ὑμᾶς.
19 τὸ Πνεῦμα μὴ σβέννυτε,
20 προφητείας μὴ ἐξουθενεῖτε.
21 πάντα δὲ δοκιμάζετε, τὸ καλὸν κατέχετε·
22 ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.
23 Αὐτὸς δὲ ὁ Θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ τηρηθείη.
24 πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει.